Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 19.1 Dem. 19.4 (English) >>Dem. 19.7

19.3τὸ μὲν οὖν ἐξελέγξειν πολλὰ καὶ δεινὰ πεποιηκότα τουτονὶ καὶ τῆς ἐσχάτης ὄντα τιμωρίας ἄξιον θαρρῶ καὶ πάνυ πιστεύω· δὲ καίπερ ὑπειληφὼς ταῦτα φοβοῦμαι, φράσω πρὸς ὑμᾶς καὶ οὐκ ἀποκρύψομαι, ὅτι μοι δοκοῦσιν ἅπαντες οἱ παρʼ ὑμῖν ἀγῶνες οὐχ ἧττον, ἄνδρες Ἀθηναῖοι, τῶν καιρῶν τῶν πραγμάτων εἶναι, καὶ τὸ χρόνον γεγενῆσθαι μετὰ τὴν πρεσβείαν πολὺν δέδοικα, μή τινα λήθην συνήθειαν τῶν ἀδικημάτων ὑμῖν ἐμπεποιήκῃ. 19.4ὡς δή μοι δοκεῖτʼ ἂν ὅμως ἐκ τούτων καὶ γνῶναι τὰ δίκαια καὶ δικάσαι νυνί, τοῦθʼ ὑμῖν λέξω· εἰ σκέψαισθε παρʼ ὑμῖν αὐτοῖς, ἄνδρες δικασταί, καὶ λογίσαισθε τίνων προσήκει λόγον παρὰ πρεσβευτοῦ λαβεῖν. πρῶτον μὲν τοίνυν ὧν ἀπήγγειλε, δεύτερον δʼ ὧν ἔπεισε, τρίτον δʼ ὧν προσετάξατʼ αὐτῷ, μετὰ ταῦτα τῶν χρόνων, ἐφʼ ἅπασι δὲ τούτοις, εἰ ἀδωροδοκήτως μὴ πάντα ταῦτα πέπρακται. 19.5τί δήποτε τούτων; ὅτι ἐκ μὲν τῶν ἀπαγγελιῶν τὸ βουλεύσασθαι περὶ τῶν πραγμάτων ὑμῖν ἐστίν· ἂν μὲν οὖν ὦσιν ἀληθεῖς, τὰ δέοντʼ ἔγνωτε, ἂν δὲ μὴ τοιαῦται, τἀναντία. τὰς δὲ συμβουλίας πιστοτέρας ὑπολαμβάνετʼ εἶναι τὰς τῶν πρέσβεων· ὡς γὰρ εἰδότων περὶ ὧν ἐπέμφθησαν ἀκούετε· οὐδὲν οὖν ἐξελέγχεσθαι δίκαιός ἐστιν πρεσβευτὴς φαῦλον οὐδʼ ἀσύμφορον ὑμῖν συμβεβουλευκώς.


Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 19.1 Dem. 19.4 (English) >>Dem. 19.7

Powered by PhiloLogic